Ancient Greek
7.1 to 7.4
Epiphanius, Panarion (Adversus haereses) 7.1-10-4
Not analysed yet
7. Τούτου τοῦ λόγου καὶ τῆς οἰκονομίας ταύτης καρπόν φησιν ἐν ὁμοιώματι εἰκόνος πεφηνέναι ἐκεῖνον τὸν μετὰ τὰς ἡμέρας ἓξ τέταρτον ἀναβάντα εἰς τὸ ὄρος καὶ γενόμενον ἕκτον, τὸν καταβάντα καὶ κρατηθέντα ἐν τῇ ἑβδομάδι, ἐπίσημον ὀγδοάδα ὑπάρχοντα καὶ ἔχοντα ἐν ἑαυτῷ τὸν ἅπαντα τῶν στοιχείων ἀριθμόν, <ὅν> ἐφανέρωσεν ἐλθόντος αὐτοῦ ἐπὶ βάπτισμα ἡ τῆς περιστερᾶς κάθοδος, ἥτις ἐστὶν ωݲ καὶ · ὁ γὰρ αὐτῆς ἓν καὶ ὀκτακόσια· καὶ διὰ τοῦτο Μωυσέα ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν εἰρηκέναι τὸν ἄνθρωπον γεγονέναι ,καὶ τὴν οἰκονομίαν δὲ *ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν *ἥτις ἐστὶ <ἡ> παρασκευή, τὸν ἔσχατον ἄνθρωπον ἀναγέννησιν τοῦ πρώτου ἀνθρώπου πεφηνέναι, ἧς οἰκονομίας ἀρχὴν καὶ τέλος καὶ τὴν ἕκτην ὥραν εἶναι, ἐν ᾗ προσηλώθη τῷ ξύλῳ. τὸν γὰρ τέλειον Νοῦν, ἐπιστάμενον τὸν τῶν ἓξ ἀριθμόν, δύναμιν ποιήσεως καὶ ἀναγεννήσεως ἔχοντα, φανερῶσαι τοῖς υἱοῖς τοῦ φωτὸς τὴν διὰ τοῦ φανέντος ἐπισήμου εἰς αὐτὸν δι᾿ αὐτοῦ γενομένην ἀναγέννησιν. ἔνθεν καὶ τὰ διπλᾶ γράμματα τὸν ἀριθμὸν ἐπίσημον ἔχειν φησίν. ὁ γὰρ ἐπίσημος ἀριθμὸς συγκερασθεὶς τοῖς εἰκοσιτέσσαρσι στοιχείοισ τὸ τριακονταγράμματον ὄνομα ἀπετέλεσεν.