Ancient Greek
Κατὰ Μαρκωσίων ιδ, τῆς δὲ ἀκολουθίας λݲδݲ., Chapter 7
Epiphanius, Panarion (Adversus haereses) 7.5-3
Not analysed yet
Κέχρηται δὲ διακόνῳ τῷ τῶν ἑπτὰ ἀριθμῶν μεγέθει, ὥς φησιν ἡ Μάρκου Σιγή, ἵνα τῆς αὐτοβουλήτου βουλῆς φανερωθῇ ὁ καρπός. τὸν μέντοι ἐπίσημον τοῦτον ἀριθμὸν ἐπὶ τοῦ παρόντος, φησί, τὸν ἐπὶ τοῦ ἐπισήμου μορφωθέντα νόησον τὸν ὥσπερ μερισθέντα ἢ διχοτομηθέντα καὶ ἔξω μείναντα, ος τῇ ἑαυτοῦ δυνάμει τε καὶ φρονήσει διὰ τῆς ἀπ᾿ αὐτοῦ προβολῆς τοῦτον |τὸν τῶν ἑπτὰ δυνάμεων κατὰ μίμησιν τῆς ἑβδομάδος D228 δυνάμεως ἐψύχωσε κόσμον καὶ ψυχὴν ἔθετο εἶναι τοῦ ὁρωμένου παντός.