Ancient Greek
7.1 to 7.7
Epiphanius, Panarion (Adversus haereses) 7.1-17-7
Not analysed yet
7. Ὁρᾶτε γάρ, ὦ ἄνδρες ἀδελφοί, πῶς ἀνώτερον ἄφη ἡ θεία γραφή, μᾶλλον δὲ αὐτὸς ὁ κύριος, ὡς ἔχει Ἠ ἀρχὴ τοῦ κεφαλαίου· ὅθεν καὶ δεικτέον ἐστἲ περὶ τῆς πάσης ἐν αὐτῷ κεφαλαίῳ ἀληθείας τε καὶ ὑποθέσεως ὅτι »ἐρωτήσατε με περὶ τῶν υἰῶν μου καὶ τῶν θυγατέρων μου, κὰι <περὶ> τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. ἐγὼ ἐποήσα, φησί. τὴν γῆν καὶ ἄνθρωπον ἐπ᾿ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην, ἐγὼ ἤγειρα μετὰ δικαιοσύνης βασιλέα καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου κὰι τὴν αἰχμαλωσίαν ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε κύριος σαβαώθ«. εἶτα λοιπόν »ἐκοπίασεν Αἴγυπτος καὶ Ἡ ἐμπορία Αἰθιόπων« καὶ τὰ ἑξῆς »ὅτι ἐν σοὶ ὁ θεός ἐστιν«. ἐν τίνι δὲ φαίημεν ἀλλ᾿ ἢ ἐν τῇ ἐν τῷ πατρῴῳ Λόγῳ: καὶ γὰρ ἀλθῶς θεὸς Λόγος ὁ υἱὸς κὰι ἐν αὐτῷ Ὁ πατὴρ γινώσκεται, ὡς λέγει »ὁ ἑμρακὼς ἐμὲ ἑύρακεν τὸν πατέρα« καί »ἐγὼ ἐδόξασά σου τὸ ὄνομα ἐπὶ τῆς γὴς«. εἶτα πάλιν »ἐγὼ ἤγειρα βασιλέα«. οὐχ ὁρᾷς ὅτι φωνή ἐστι πατρὸς ἰδιάζουσα ἡ ἐγείρασα ἐξ αὐτῆς τὸν ἀηθινὸν Λόγον βασιλέα ἐπὶ πάντας, τὸν ἐξ αὐτοῦ ἀληθινῶς γεννηθέντα ἀνάρχως καὶ ἀχρόνως; ὃν καὶ ἤγειρε πάλιν, αὐτὸν τὸν βασιλέα, ὡς λέγει ὀ ἅγοι ἀπόστολος φάσκων »εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Χριστὸν ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωογονήσει κὰι τὰ θνητὰ σώματα Ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος πνεύματος αὐτοῦ ἐν ὑμῖν«, ὅπως συνᾴδοι τὰ προφητικὰ τοῖς ἀποστολικοῖς καὶ τὰ ἀποστολικὰ τοῖς εὐαγγελικοῖς καὶ τὰ εὐαγγελικὰ τοῖς ἀποστολικοῖς καὶ τὰ ἀποστολικὰ τοῖς προφητικοῖς· ἐκεῖ γάρ »<ἐγὼ> ἤγειρα βασιλέα«, καὶ ὧδε· »ὁ ἐγείρων Χριστόν ἐν νεκρῶν«.