Ancient Greek
7.8 to 7.9
Epiphanius, Panarion (Adversus haereses) 7.8-9-9
Not analysed yet
τὸ δέ »ἐν σοὶ θεός ἐστιν« <δείκνυσιν>, ὡς μυστηριωδῶς τὰ πάντα κα]θαυμασίως διηγεῖται ἡ θεία γραφή. ὥσπερ γὰρ ἐν ναῷ ἐν σαρκὶ <κατοκιοῦσα> προεωρᾶτο κὰι προκατηγγέλλετο τῇ τῶν ἀνθρώπων ἐλπίδι διὰ τῆς πρὸς τὸν θεὸν ἐπιστροφῆς ἠ θεότης. ὁ γὰρ υἱὸς τοῦ θεοῦ θεὸς Λόγος, ὡς ἐν πόλει ἀγίᾳ κὰι ἐν ναῷ ἁγίῳ [τουτέστιν] ἐν τῇ ἁγία ἐνανθρωπήσει καὶ ἐνσάρκῳ παρουσίᾳ θεὸς ὢν κατοικῶν, ἐπὶ τῷ ναῷ ἀγίῳ λέγει »λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἠμέραις ἐγερῶ αὐτόν«,