Ancient Greek
Κατὰ Καρποκρασίων ζ, τῆς δὲ ἀκολουθίας κζ., Chapter 7
Epiphanius, Panarion (Adversus haereses) 7.1-5
Not analysed yet
7. Δεῖ τοίνυν τούτους ἀνατρέπειν παντὶ σθένει· μηδεὶς γὰρ καταφρονείτω λόγου καὶ μάλιστα κατὰ ἀπατεώνων. ἀλλ' εἴποι τις ἄν· οὐ γάρ ἐστι φωρατὰ καὶ μωρίας ἔμπλεα; ἀλλ' ἔσθ' ὅπη καὶ τὰ μωρὰ πείθει τοὺς ἄφρονας καὶ τοὺς συνετοὺς παρεκτρέπει, ἐὰν μὴ παρῇ ὁ νοῦς ὁ ἐν τῇ ἀληθείᾳ ἠσκημένος. ἐμπεσόντος τοίνυν καὶ τούτου τῇ Σίμωνος μαγείᾳ καὶ τῶν λοιπῶν, τοῖς αὐτοῖς καὶ τοῦτον ἀνατρέ- φομεν.