Ancient Greek
Κατὰ Καρποκρασίων ζ, τῆς δὲ ἀκολουθίας κζ., Chapter 7
Epiphanius, Panarion (Adversus haereses) 7.2-4
Not analysed yet
εἰ γὰρ ἡ ἄγνωστος καὶ ἀκατονόμαστος δύναμις αἰτία γέγονεν Ι ἄλλων ἀγγέλων, ἤ ἐστιν ἄγνοια παρὰ τῇ αὐτῇ τουτέστιν τῷ πατρὶ τῶν ὅλων, εἰ μὴ ᾔδει ἅ μέλλουσι πράττειν οἱ ὑπ' αὐτοῦ κατασκευαζόμενοι ἄγγελοι, ἀγνοήσας ὅτι ἀποστήσονται καὶ ποιήσουσιν ἃ μὴ αὐτὸς ἐβούλετο —ἢ τούτους μὲν ἐποίησε γινώσκων ὅτι ποιή- σουσιν, ὅ αὐτὸς οὐ βούλεται παρ' αὐτῶν δὲ γέγονε, καὶ ἔσται διὰ τῆς γνώσεως καὶ εὐδοκίας αὐτὸς ποιήσας ἃ ἐκεῖνοι τετολμήκασιν.