Ancient Greek
7.5 to 7.7
Epiphanius, Panarion (Adversus haereses) 7.5-4-7
Not analysed yet
φασὶ γὰρ αὐτὸν ἑπτὰ γεγεννηκέναι >Ἀλλογενεῖς καλουμένους, ὡς καὶ ἐν ἄλλαις αἱρέσεσιν εἰρήκαμεν, Γνωστικῶν φημι καὶ Σηθιανῶν. οὑτοι δὲ καὶ ἄλλους προφήτας φασὶν εἶναι, Μαρτιάδην τινὰ καὶ Μαρσιανόν, ἁρπαγέντας εἰς τοὺς οὐρανοὺς καὶ διὰ ἡμερῶν τριῶν καταβεβηκότας. καὶ πολλά ἐστιν ἃ μυθοποιοῦντες πλαστῶς ἐκτυποῦσι, βλάσηφημά τε πλάττοντες κατὰ τοῦ ὄντος θεοῦ παντοκράτορος, πατρὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς ἄρχοντος ὄντος καὶ πονηρίας εὑρετοῦ, ὡς ἀπ᾿ αὐτῶν τῶν παρ᾿ αὐτοῖς λόγων ἀλίσκονται.