Ancient Greek
Κατὰ Ἀρχοντικῶν κݲ, τῆς δὲ ἀκολουθίας μݲ., Chapter 7
Epiphanius, Panarion (Adversus haereses) 7.8-6
Not analysed yet
Εἰ γὰρ πονηρῶν ἐστιν εὑρετὴς καὶ κακοποιός, πῶς εὐθὺς οὐκ ἀγαθὸς εὑρεθείη, ὡς καὶ ἐν ταῖς ἄλλαις αἱρέσεσιν εἴπαμεν, κατὰ πορνείας καὶ μοιχείας καὶ ἁρπαγῆς καὶ πλεονεξίας νομοθετήσας; θεὸν γὰρ αὐτὸν τῶν Ἰουδαίων καὶ αὐτοὶ λέγουσι· τοῖς Ἰουδαίοις δὲ τὸν νόμον ἔδωκεν, ἐν ᾠ πάντα ταῦτα ἀπηγόρευσεν ὡν εὑρετὴν αὐτὸν λέγουσιν εἶναι. πῶς δὲ πατὴρ τοῦ Σατανᾶ κληθείη ὁ κατ᾿ αὐτοῦ τὰ τοσαῦτα ὑποδείξας;