Ancient Greek
7.6 to 7.10
Epiphanius, Panarion (Adversus haereses) 7.6-2-10
Not analysed yet
καὶ ἔσται μὲν καταδεέστερος τοῦ τελείου δεοῦ καὶ τῆς ἐκείνου δικαιοσύνης ἐλάττων οὖτος ὁ δεός, ἅτε δὴ καὶ γεννητὸς ὤν καὶ οὐκ ἀγέννητος εἶς γάρ ἐστιν ἀγέννητος ὁ πατήρ, ἐξ οὖ τὰ πάντα, ἱδίως τῶν πάντων ἠρτη- μένων απ᾿ αὐτοῦ), μείζων δὲ καὶ κυριώτερος τοῦ ἀντικειμένου γενήσεται καὶ ἑτέρας οὐσίας τε καὶ φύσεως πεφυκὼς παρὰ τὴν ἑκατέρων τούτων οὐσίαν. τοῦ μὲν γὰρ ἀντικειμένου ἐστὶν ἡ οὐσία φθορά τε καὶ σκότος ὑλικὸς γὰρ οὖτος καὶ πολυσχικής), τοῦ δὲ πατρὸς τῶν ὅλων τοῦ ἀγεννήτου ἡ οἠσία ἐστὶν ἀφθαρσία τε καὶ φῶς αὐτοόν, ἁπλοῦν τε καὶ μονοειδές· ἡ δὲ τούτου οὐσία διττὴν μέν τινα δύναμιν προήγαγεν, αὐτὸς δὲ τοῦ κρείττονός ἐστιν εἰκών. μηδέ σε τανῦν τοῦτο θορυβείτω, δέλουσαν μαθεῖν πῶς ἀπὸ μιᾶς ἀρχῆς τῶν ὅλων, <ἁπλῆς> οὔσης τε καὶ μένης ἡμῖν καὶ πεπιστευμένης, τῆς ἀγεννήτου καὶ αφθάρτου καὶ ἀγαθῆς, συνέστησαν καὶ αὖται αἱ φύσεις, ἥ τε τῆς φθορᾶς καὶ <ἡ> τῆς ἀνομοούσιοι αὖται καθεστῶσαι, τοῦ ἀγαθοῦ φύσιν ἔχοντος τὰ ὅμοια ἑαυτῷ καὶ ὁμοούσια γεννᾶν τε καὶ προφέρειν. μαθήσῃ γάρ, θεοῦ διδόντος, ἑξῆς καὶ τὴν τούτων ἀρχήν τε καὶ γέννησιν, ἀξιουμένη τῆς ἀποσστολικῆς παρα- δόσεως, ἐκ διαδοχῆς καὶ ἡμεῖς παρελήφαμεν μετὰ καὶ τοῦ κανονίσαι πάντας τοὺς λόγους τῇ τοῦ σωτῆρος ημῶν διδασκαλίᾳ. ταῦτά σοι, ὦ ἀδελφή μου Φλώρα, δι᾿ ὀλίγων εἰρημένα οὐκ ἠτόνησα καὶ τὸ τῆς συντομίας προέγραψα ἅμα τε τὸ προκείμενον ἀποκρώντως ἐξέφηνα, ἃ καὶ εἰς τὰ ἑξῆς τὰ μέγιστά σοι συμβαλεῖται, ἐάν Τε ὡς καλὴ γῆ καὶ ἀγαθὴ γονίμων σπερμάτων τυχοῦσα τὸν δι᾿ αὐτῶν καρπὸν ἀναδείξῃς. Πρὸς Φλώραν ἐπληρώθη.