Ancient Greek
Κατὰ Πτολεμαϊτῶν ιݲγݲ, τῆς δὲ ἀκολουθίας λݲγݲ., Chapter 7
Epiphanius, Panarion (Adversus haereses) 7.5-2
Not analysed yet
καὶ εἰ ὁ τέλειος δεὸς ἀγαθός ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν, ὥσπερ καὶ ἔστιν ἔνα γὰρ μόνον εἶναι ἀγαθὸν θεὸν τὸν ἑαυτοῦ πατέρα ὁ σωτὴρ ἡμῶν ἀπεφήνατο, ὅν αὐτὸς ἐφανέρωσεν), ἔστι δὲ καὶ ὁ τῆς τοῦ ἀντικει- μένου φύσεως κακός τε καὶ πονηρὸς ἐν ἀδικίᾳ χαρακτηριζόμενος, τούτων Τε οὖν μέσος καθεστὼς καὶ μήτε ἀγαθὸς ὤν μήτε μὴν κακὸς μήτε ἄδικος, ἰδίως Τε λεχθείη ἄν δίκαιος, τῆς κατ’ αὐτὸν δικαιοσύνης ὤν βραβευτής.