Ancient Greek
Κατὰ Μαρκωσίων ιδ, τῆς δὲ ἀκολουθίας λݲδݲ., Chapter 7
Epiphanius, Panarion (Adversus haereses) 7.7-2
Not analysed yet
καὶ ὁ μὲν πρῶτος οὐρανὸς φθέγγεται τὸ α, ὁ δὲ μετὰ τοῦτον τὸ ε, ὁ δὲ τρίτος <τὸ> η, τέταρτος δὲ καὶ μέσος τῶν ἑπτὰ τὴν ἰῶτα δύναμιν ἐκφωνεῖ, ὁ δὲ πέμπτος τὸ 0, ἕκτος δὲ τὸ υ, ἕβδομος δὲ καὶ τέταρτος ἀπὸ τοῦ μέσου τὸ ω στοιχεῖον ἐκβοᾷ, καθὼς ἡ Μάρκου Σιγὴ ἡ πολλὰ μὲν φλυαροῦσα μηδὲν δὲ ἀληθὲς λέγουσα διαβεβαιοῦται.