Ancient Greek
7.8 to 7.10
Epiphanius, Panarion (Adversus haereses) 7.8-5-10
Not analysed yet
αἵτινες δυνάμεις ὁμοῦ, φησί, πᾶσαι εἰς ἀλλήλας συμπλακεῖσαι ἠχοῦσι καὶ δοξάζουσιν ἐκεῖνον ὑφ᾿ οὗ προεβλήθησαν, ἡ δὲ δόξα τῆς ἠΧῆς ἀναπέμπεται εἰς τὸν Προπάτορα. ταύτης μέντοι τῆς δοξολογίας τὸν ἦχον εἰς τὴν γῆν φερόμενόν φησι πλάστην γενέσθαι καὶ γεννήτορα τῶν ἐπὶ τῆς τῆς γῆς. Τε ἀπόδειξιν φέρει ἀπὸ τῶν ἄρτι γεννωμένων βρεφῶν, ὧν ἡ ψυχὴ ἅμα τῷ ἐκ μήτρας προελθεῖν ἐπιβοᾷ ἑνὸς ἑκάστου τῶν στοιχείων τούτων τὸν ἦχον. καθὼς οὖν αἱ ἑπτά, φησί, δυνάμεις δοξάζουσι τὸν Λόγον, οὕτως καὶ ἡ ψυχὴ ἐν τοῖς βρέφεσι κλαίουσα καὶ θρηνοῦσα *Μάρκον δοξάζει αὐτόν. διὰ τοῦτο δὲ καὶ τὸν Δαυὶδ εἰρηκέναι »ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον«, καὶ πάλιν »οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ«· καὶ διὰ τοῦτο ἔν τε πόνοις καὶ ταλαιπωρίαις ψυχὴ γενομένη, εἰς διυλισμὸν αὐτῆς, ἐπιφωνεῖ τὸ ω εἰς σημεῖον αἰνέσεως, ἵνα γνωρίσασα ἡ ἄνω ψυχὴ τὸ συγγενὲς αὐτῆς βοηθὸν αὐτῇ καταπέμψῃ.