Ancient Greek
κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 7
Epiphanius, Panarion (Adversus haereses) 7.9-4
Not analysed yet
διηγεῖται δὲ καὶ τὴν τῶν ποιμένων διὰ [τὴν] τῶν εὐαγγελισαμένων ἀγγέλων θεοπτίαν, καὶ ὡς ἐγεννήθη ἐν Βηθλεὲμ καὶ ἐσπαργανώθη ἐν φάτνῃ καὶ τῇ ὀγδόῃ περιετμήθη, καὶ ὡς ἐν τεσσαράκοντα ἡμέραις κατὰ τὸν νόμον προσφορὰν ὑπὲρ αὐτοῦ ἐπετέ- λουν καὶ ὡς ὁ Συμεὼν <αὐτὸν> ἐν ἀγκάλαις ἐδέκετο καὶ ὡς Ἄννα ἀνθωμολγεῖτο θυγάτηρ Φανουήλ, καὶ ὡς ἐν Ναζαρὲτ ἀπῄει καὶ ὡς κατ ἔτος ἀνῄει εἰς Ἱερουσαλὴμ ἄμα τοῖς γουεῦσι τελοῦσιν ὑπὲρ αὐτοῦ τὰ κατὰ τὸν νόμον, ὦν οὐδὲν τῷ Ματθαίῳ ἐπείργασται οὐδὲ τῷ Μάρκῳ ἀλλὰ μὴν οὐδὲ τῷ Ἰωάννῃ.