Ancient Greek
κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 8
Epiphanius, Panarion (Adversus haereses) 8-7
Not analysed yet
8. ὅθεν καὶ τινες ἄλλοι ἐξ Ἑλλήνων φιλοσόφων, φημὶ δὲ Πορφύριος καὶ Κέλσος καὶ φιλοσαββάτιος, ὁ ἐκ τῶν Ἰουδαίων ὁρμώμενος δεινὸς καὶ ἀπατεὼν ὄφις, [εἰς] τὴν κατὰ τῆς εὐαγγελικῆς πραγματείας διεξιόντες ἀνατροπὴν τῶν ἀγίων εὐαγγελιστῶν κατηγοροῦσι, ψυκικοὶ καὶ σαρκικοὶ ὑπάρχοντες, κατὰ σάρκα δὲ στρατευόμενοι καὶ θεῷ εὐαρεστῆσαι ἀδυνάτως ἔχοντες καὶ τὰ διὰ τοῦ πνεύματος <εἰρημένα> μὴ νενοηκότες. ἕκαστος γὰρ <αὐτῶν> προσκόπτων τοῖς λόγοις τῆς ἀληθείας διὰ τὴν ἐν αὐτῷ τύφλωσιν τῆς ἀγνωσίας, εἰς τοῦτο ἐμπίπτοντες ἔλεγον· πῶς δύναται ἡ αὐτὴ ἡμέρα [εἶναι] τῆς ἐν Βηθλεὲμ γεννήσεως αὐτὴ καὶ περιτομὴν ἔχειν ὀκταήμερον καὶ διὰ τεσσαράκοντα ἡμερῶν τῆν ἐν Ἱ4εροσολύμοις ἄνοδον καὶ τὰ ἀπὸ Συμεῶνος καὶ Ἄννας εἰς αὐτὸν τετελεσμένα, ὁπότε ἐν τῇ νυκκτὶ ᾖ ἐγεννήθη πέφηνεν αὐτῷ, φησίν, ἄγγελος, μετὰ τὴν τῶν μάγων ἔλευσιν τῶν ἐλθόντων προσκυνῆσαι αὐτῷ καὶ ἀνοιξάντων τὰς πήρας καὶ προσενεγκάντων, ὥς φησιν »ὤφθη αὐτῷ ἄγγελος λέγων· ἀναστὰς λάβε τὴν γυναῖκά σου καὶ τὸ παιδίον, καὶ πορεύου εἰς Αἴγυπτον, ὅτι ζητεῖ Ἡρῴδης τὴν ψυκὴν τοῦ παιδίου«. εἰ τοίνυν ἐν αὐτῇ τῇ νυκτὶ ᾖ γεγέννηται παρλήφθη εἰς Αἴγυπτον καὶ ἐκεῖ ἦν, ἕως ὅτου ἀπέθανεν Ἡρῴδης, πόθεν δύναται ἐπιμεῖναι [καὶ] ὀκταήμερον καὶ περιτμηθῆναι; ἢ πῶς μετὰ τεσσαράκοντα *εὑρίσκεται Λουκᾶς ψευδόμενος, ὥς φασι βλασφημοῦντες κατὰ τῆς ἑαυτῶν κεφαλῆς, ὅτι φησίν »ἐν τῇ τεσσαρακοστῇ ἡμέρᾳ ἀνήνεγκαν αὐτὸν εἰς Ἱερουσαλὴμ κἀκεῖθεν <ὑπέστρεψαν> εἰς Ναζαρέτ«;