Ancient Greek
8.1 to 8.6
Epiphanius, Panarion (Adversus haereses) 8.1-2-6
Not analysed yet
8. Καὶ τὰ μὲν βιβλία αὐτῶν πολλά. ἐρωτήσεις γάρ τινας Μαρίας ἐκτίθεται, ἄλλοι δὲ εἰς τὸν προειρημένον Ἰαλδαβαὼθ εἰς ὄνομα τε τοῦ Σὴθ πολλὰ βιβλία ὑποτίθενται· ἀποκαλύψεις δὲ τοῦ Ἀδὰμἄλλα λέγουσιν, εὐαγγέλια δὲ ἕτερα εἰς ὄνομα τῶν μαθητῶν συγγράψασθαι τετολμήκασιν, αὐτὸν δὲ τὸν σωτῆρα ἡμῶν καὶ κύριον Ἰησοῦν Χριστὸν οὐκ αἰσχύνονται λέγειν ὅτι αὐτὸς ἀπεκάλυψε ταύτην τὴν αἰσχρουργίαν. ἐν γὰρ ταῖς ἐρωτήσεσι Μαρίας καλουμέναις μεγάλαις εἰσὶ γὰρ καὶ μικραὶ αὐτοῖς πεπλασμέναι) ὑποτίθενται αὐτὸν αὐτῇ άποκαλύπτειν, παραλαβόντα αὐτὴν εἰς τὸ ὄρος καὶ εύξάμενον καὶ ἐκβαλόντα ἐκ τῆς πλευρᾶς αὐτοῦ γυναῖκα καὶ ἀρξάμενον αὐτῇ ἐγκαταμίγνυσθαι, καὶ οὕτως δῆθεν τὴν ἀπόρροιαν αὐτοῦ μεταλαβόντα δεῖξαι ὅτι »δεῖ οὕτως ποιεῖν, ἵνα ζήσωμεν«, καὶ ὡς τῆς Μαρίας ταραχθείσης καὶ πεσούσης χαμαὶ αὐτὸν πάλιν αὐτὴν ἐγείραντα εἰπεῖν αὐτῇ »ἵνα τί ἐδίστασας, ὀλογόπιστε; «καί φασιν ὅτι τοῦτό ἐστι τὸ εἰρη- μένον ἐν τῷ εὐαγγελίῳ, ὅτι »εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, τὰ ἐπουράνια πῶς πιστεύσετε; «καὶ τό »ὅταν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνερχόμενον ὅπου ἦν τὸ πρότερον«. τουτέστιν τὴν άπόρροιαν μεταλαμβανομένην ὅθεν καὶ ἐξῆλθεν, καὶ τὸ εἰπεῖν »ἐὰν μὴ φάγητέ μου τὴν σάρκα καὶ πίητέ μου τὸ αἱμα« καὶ τῶν μαθητῶν ταρασσομένων καὶ λεγόντων »τίς δύναται τοῦτο άκοῦσαι; «φασὶν ὡς περὶ τῆς αἰσχρότητος ἠν ὁ λόγος. διὸ καὶ ἐταράχθησαν καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω· οὔπω γὰρ ἠσαν, φησίν, ἐν πληρώματι ἐστερεωμένοι.