Ancient Greek
Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν ݲ, τῆς δὲ ἐκολουθίας κݲςݲ., Chapter 8
Epiphanius, Panarion (Adversus haereses) 8.7-2
Not analysed yet
καὶ τὸ εἰπεῖν τὸν Δαυίδ »ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ« περὶ τῆς αἰσχρότητος τοῦ άνδρός, φησί, λέγει. »ἐπὶ τὴν ἔξοδον τῶν ὺδάτων« καί »ὃ τὸν καρπὸν αὐτοῦ δώσει« τὴν τῆς ὴδονῆς ἀπόρροιαν, φησί, λέγει· καί »τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσται«, ὅτι οὐχ ἐῶμεν, φησίν, αὐτὸ χαμαὶ πεσεῖν, ἀλλὰ αὐτοὶ αὐτὸ ἐσθίομεν