Ancient Greek
Κατὰ Μαρκωσίων ιδ, τῆς δὲ ἀκολουθίας λݲδݲ., Chapter 8
Epiphanius, Panarion (Adversus haereses) 8.1-6
Not analysed yet
8. Καὶ περὶ μὲν τοῦ παντὸς ὀνόματος, τριάκοντα ὄντος γραμμάτων τούτου, καὶ τοῦ Βυθοῦ, τοῦ αὔξοντος ἐκ τῶν τούτου γραμμάτων, ἔτι τε >τῆς Ἀληθείας σώματος δωδεκαμελοῦς ὄντος, ἑκάστου >ἐκ δύο γραμμάτων συνεστῶτος, καὶ τῆς δωνῆς αὐτῆς, ἣν προσωμίλησε <προσωμίλησε μὴ> προσομιλήσασα, καὶ περὶ τῆς ἐπιλύσεως τοῦ μὴ λαληθέντος ὀνόματος καὶ περὶ τῆς τοῦ κόσμου ψυχῆς καὶ ἀνθρώπου, καθὰ ἔχουσι τὴν κατ᾿ εἰκόνα οἰκονομίαν, οὕτως ἐλήρησεν.