Ancient Greek
8.1 to 8.2
Epiphanius, Panarion (Adversus haereses) 8.1-7-2
Not analysed yet
8. Ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ θεὸς Λόγος, ὁ ἐκ πατρὸς πρὸ πάντων τῶν αἰώνων ἀνάρχως καὶ ἀχρόνως γεννηθείς, οὐκ ὄφις (μὴ γένοιτο), ἀλλὰ κατὰ τοῦ ὄφεως αὐτὸς ἠλθεν. ἐὰν δὲ εἴπῃ »γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις καὶ ἀκέραιοι ὡς ἡ περιστερά«, δεῖ ἡμᾶς ἐρωτᾶν καὶ γινώσκειν διὰ τί τὰ δύο ταῦτα πρόσωπα ἡμῖν εἰς διδασκαλίαν παρεισήγαγεν, τῆς τε περιστερᾶς καὶ τοῦ ὄφεως.