Ancient Greek
Κατὰ Ὀφιτῶν ݲ, τῆς δὲ ἀκολουθίας λݲζݲ., Chapter 7
Epiphanius, Panarion (Adversus haereses) 7.6-4
Not analysed yet
φέ- ρουσι δὲ καὶ αὐτὸ τοῦτο τὸ ῥητὸν πρὸς μαρτυρίαν οἱ αὐτοὶ λέγοντες ὅτι οὐχ ὁρᾷς ὡς εἶπεν ὁ σωτήρ, ὃν τρόπον ὕψωσε Μωυσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου; καὶ διὰ τοῦτο καὶ ἐν ἄλλῳ τόπῳ, φασί, λέγει ὅτι »γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις καὶ ἀκέραιοι ὡς ἡ περιστερά‘. καὶ τὰ εἰς σύμβολα διδασκαλίας ἡμῖν ἐκ θεοῦ καλῶς τεταγμένα οὑτοι εἰς τὴν ἑαυτῶν ἐπίνοιαν τὴν ἠπατημένην φέρουσιν.