Ancient Greek
8.1 to 8.4
Epiphanius, Panarion (Adversus haereses) 8.1-8-4
Not analysed yet
8. Καὶ γέγονεν κατ’ ἐκεῖνο καιροῦ ἡ τῆς Βαβυλῶνος κτίσις ἐν τῇ τῶν Ἀσσυρίων γῇ καὶ ὁ ὑπ᾿ αὐτῶν οἰκοδομηθεὶς τότε πύργος. ἠσαν δὲ κατὰ τοῦτον τὸν καιρόν ὡς ἤδη έν ταῖς πρότερον αἱρέσεσι διηγησάμην κατὰ τὸν εἱρμὸν τῶν ἄνω μοι γενεῶν πραγματευθεισῶν, οἱ πάντες ἑβδομήκοντα δύο ἄνδρες τὸν ἀριθμόν, ἀρχηγοί τε καὶ κεφα- λαιωταί, τοῦ μὲν Χὰμ γένους τριάκοντα δύο καὶ τοῦ Ἰάφεθ δεκαπέντε, τοῦ δὲ Σὴμ εἰκοσιπέντε. καὶ οὕτως ὁ πύργος καὶ ἡ Βαβυλὼν ἐγένετο. ἐκ τούτου διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν φυλαί τε καὶ γλῶσσαι. καὶ ἐπείπερ οἱ ἑβδομήκοντα δύο <οἰ> τότε τὸν οἰκοδομοῦντες ταῖς γλώσσαις διεσκεδάσθησαν, συγχυθέντες καὶ ἀπὸ μιᾶς ἡς ᾔδεισαν *,ἐμπνευσθέντες ἐκ θεοῦ βουλήσεως ἄλλος ἄλλην ἐσχήκασιν. ἐξ ὧνπερ καὶ μέχρι δεῦρο ἡ σύστασις τῶν λαλιῶν ἐνέστηκεν, ὥστε <τῷ> βουλομένῳ ἔνεστιν εὑρεῖν ἕκαστον ἀρχηγὸν ἑκάστης γλώσσης, ὡς Ἰωυ[ν]ὰν μὲν τὴν Ἑλληνίδα ἴσχεν,