Ancient Greek
Κατὰ Σηθιανῶν ιθ, τῆς δὲ ἀκολουθίας λݲθݲ., Chapter 8
Epiphanius, Panarion (Adversus haereses) 8.5-2
Not analysed yet
ἐξ οὗπερ καὶ Ἴωνες κέκληνται, οἱ τὴν παλαιὰν γλῶσσαν τῶν Ἑλλήνων ἔχοντες, Θήρας δὲ <τῶν> τῶν Θρᾳκῶν, Μοσὸχ τὴν Μοσσυνοίκων Θοβὲλ τὴν τῶν Θετταλῶν, Λοὺδ τὴν Λυδῶν, Γεφὰρ τὴν Γασφηνῶν, Μιστρὲμ τὴν τῶν Αἰγυπτίων, Ψοὺς τὴν τῶν Ἀξωμιτῶν, Ἀρμὼτ τὴν τῶν Ἀράβων, καὶ τῶν λοιπῶν ἕκαστος, ἵνα μὴ καθ᾿ ἕνα λέγω, ἰδίαν ἐνεπνεύσθη γλῶσσαν. καὶ οὕτως ἑκάστης γλώσσης ἡ διαδοχὴ ἐν τῶ κόσμω πεπλάτυνται.