Ancient Greek
Κατὰ Ἀρχοντικῶν κݲ, τῆς δὲ ἀκολουθίας μݲ., Chapter 8
Epiphanius, Panarion (Adversus haereses) 8.5-3
Not analysed yet
ἀλλὰ καὶ ἐν τῇ δευτέρᾳ ἐπιστολῇ Υμέναιον καὶ Φιλητὸν περὶ τὴν ἀλήθειαν ἠστοχηκέναι λέγει, οἵτινες καὶ αὐτοὶ ταύτῃ τῇ αἱρέσει ἐξη- |κολούθησαν, ἄλλον θεὸν καταγγέλοντες καὶ γενεαλογίας ἀπεράντους, καὶ πλάνην ἐπισπείροντες τοῖς ἀνθρώποις καὶ λέγοντες μὴ ἐκ θεοῦ γεγενήσθαι τὸν κόσμον, ἀλλὰ ὑπὸ ἀρχῶν καὶ ἐξουσιῶν, τὴν δὲ ἀνάστασιν ἤδη γεγενῆσθαι διὰ τῶν γεννωμένων τέχνων ὑπὸ ἑκάστου τῶν γεννώντων, τὴν δὲ τῶν νεκρῶν οὐ λέγουσιν ἔσεσθαι.