Ancient Greek
8.1 to 8.4
Epiphanius, Panarion (Adversus haereses) 8.1-9-4
Not analysed yet
8. Καὶ περὶ νεκρῶν ἀναστάσεως ὑποφαίνων ἔσεσθαι πάλιν φησὶν ὁ ἐξ αὐτοῦ υἱός »λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν«· ναὸν δὲ ἔλεγε τὸ ἴδιον σῶμα, λυόμενον μὲν διὰ χειρῶν ἀνθρώπων τουτέστιν ἀποκτεινόμενον. τὸ δὲ μὴ δὲ σῶμα, ἀλλὰ δοκήσει φαινόμενον, ὡς οὑτοι πάλιν λέγουσιν, οὐκ ἂν ἠδύνατο εἰς χεῖρας ἔρχεσθαι ἐγείρεσθαί τε τῇ τρίτῃ ἡμέρᾳ, καθὼς ἐπηγγείλατο. δέδεικται τοίνυν σαφῶς διὰ τῆς τοιαύτης οἰκονομίας ἀναντίρρητος ἡ τῶν νεκρῶν ἀνάστασις καὶ <ὅτι> οὔτε χρεία ἐστὶν ἀπολογίας τῇ ἵνα λαλήσῃ πρὸς ἐκάστην ἐξουσίαν πλάττονται γὰρ καὶ τοῦτο, ὡς εἴρηται), ἀλλὰ τῆς τοῦ κυρίου εὐεργεσίας τῆς διὰ τῶν ἔργων καὶ τῆς πίστεως συνισταμένης, ὡς λέγει ὁ ἁγιώτατος Παῦλος, γράφων τῷ Τιμοθέῳ διὰ τούτων τῶν λόγων »ὅπως γινώσκοις πῶς δεῖ ἐν κυρίου περιπατεῖν, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἐδραίωμα τῆς ἀληθείας«, »ἣν οἱ πολλοὶ ἀφέντες εἰς μύθους καὶ εἰς μωρολογίας ἐξετράπησαν«, »μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται«· »ὧν ἐστι Φύγελος καὶ Ἑρμογένης«.