Ancient Greek
Κατὰ Ναζωραίων θݲ, τῆς δὲ ἀκολουθίας κݲθݲ., Chapter 9
Epiphanius, Panarion (Adversus haereses) 9-2
Not analysed yet
9. Ἀρκέσει γοῦν καὶ ἐν ταύτῃ τῇ αἱρέσει ἡ διὰ τῆς συντομίας παρ' ἡμῶν διάλεξις. εὐθυέλεγκτοι γὰρ οἱ τοιοῦτοι καὶ εὐάλωτοι, καὶ Ἰουδαῖοι μᾶλλον καὶ οὐδὲν ἕτερον. πάνυ δὲ οὗτοι ἐχθροὶ τοῖς Ἰουδαίοις ὑπόρχουσιν. οὐ μόνον γὰρ οἱ τῶν Ἰουδαίων παῖδες πρὸς τούτους κέκτηνται μῖσος, ἀλλὰ καὶ ἀνιστάμενοι ἕωθεν καὶ μέσης ἡμέρας καὶ περὶ τὴν ἑσπέραν, τρὶς τῆς ἡμέρας ὅτε εὐχὰς ἐπιτελοῦσιν ἑαυτοῖς ἐν ταῖς συναγωγαῖς ἐπαρῶνται αὐτοῖς καὶ ἀναθεματίζουσι, τρὶς τῆς ἡμέρας φάσκοντες ὅτι »ἐπικαταράσαι ὁ θεὸς τοὺς Ναζωραίους«. δῆθεν γὰρ τούτοις περισσότερον ἐνέχουσι, διὰ τὸ ἀπὸ Ἰουδαίων αὐτοὺς ὄντας Ἰησοῦν κηρύσσειν εἶναι <τὸν> Χριστόν, ὅπερ ἐναντίον πρὸς τοὺς ἔτι Ἰουδαίους, τοὺς τὸν Ἰησοῦν μὴ δεξαμένους. ἔχουσι δὲ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον πληρέστατον Ἑβραϊστί. παρ' αὐτοῖς γὰρ σαφῶς τοῦτο, καθὼς ἐξ ἀρχῆς ἐγράφη, Ἑβραἰκοῖς γράμμασιν ἔτι σῴζεται. οὐκ οἶδα δὲ εἰ καὶ τὰς γενεαλογίας τὰς ἀπὸ τοῦ Ἀβραὰμ ἄχρι Χριστοῦ περιεῖλον. ἀλλὰ καὶ ταύτην φωράσαντες ὡς βληχρὸν καὶ ὀδύνης ἐμποιητικὸν διὰ τοῦ ἰοῦ σφηκίον, καταθλάσαντες τε τοῖς τῆς ἀληθείας λόγοις, ἐπὶ τὰς ἐξῆς ἴωμεν, ἐπιπόθητοι, παρὰ θεοῦ αἰτοῦντες τὴν βοήθειαν.