Ancient Greek
Κατὰ Μαρκιωνιστῶν κβ, τῆς δὲ ἀκολουθίας μβ., Chapter 9
Epiphanius, Panarion (Adversus haereses) 9-4
Not analysed yet
9. Ἐλεύσομαι δὲ εἰς τὰ ὑπ’ αἰ· τοῦ γεγραμμένα, μᾶλλον δὲ ἐρρᾳδιουργημέναι. οὑτος γὰρ ἔχει εὐαγγέλιον μόνον τὸ κατὰ Λουκᾶν, περικεκομμένον ἀπὸ τῆς ἀρχῆς διὰ τὴν τοῦ σωτῆρος σύλληψιν καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν. οὐ μόνον δὲ τὴν ἀρχὴν ἀπέτεμεν ὁ λυμηνάμενος ἐαυτὸν <μᾶλλον> ἤπερ τὸ εὐαγγέλιον, ἀλλὰ καὶ τέλους καὶ τῶν μέσων πολλὰ περιέκοψε τῶν τῆς ἀληθείας λόγων ἄλλα δὲ παρὰ τὰ γεγραμμένα προστέθεικεν, μόνῳ δὲ κέχρηται τούτω τῷ χαρακτῆρι, τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ. ἔχει δὲ καὶ ἐπιστολὰς παρ’ αὐτῷ τοῦ ἁγίου ἀποστόλου δέκα, αἷς μόναις κέχρηται, οὐ πᾶσι δὲ τοῖς ἐν αὐταῖς γεγραμμένοις, ἀλλὰ τινὰ αὐτῶν περιτέμνων, τινὰ δὲ ἀλλοιώσας κεφάλαια. ταύταις δὲ ταῖς δυσὶ βίβλοις κέχρηται· ἄλλα δὲ συντάγματα ἀφ᾿ ἐαυτοῦ συνέταξε τοῖς ὑπ᾿ αὐτοῦ πλανωμένοις. αἱ δὲ ἐπιστολαὶ αἱ παρ᾿ αὐτῷ λεγόμεναί εἰσι· πρώτη μὲν πρὸς Γαλάτας, δευτέρα δὲ πρὸς Κορινθίους, τρίτη πρὸς Κορινθίους δευτέρα, τετάρτη πρὸς Ῥωμαίους, πέμπτη πρὸς Θεσσαλονικεῖς, ἔκτη πρὸς Θεσσαλονικεῖς δευτέρα, ἑβδόμη πρὸς Ἐφεσίους, ὀγδόη πρὸς Κολασσαεῖς, ἐνάτη πρὸς Φιλήμονα, δεκάτη πρὸς Φιλιππησίους· ἔχει δὲ καὶ τῆς πρὸς Λαοδικέας λεγομένης μέρη. ἐξ οὑπερ χαρακτῆρος τοῦ παρ᾿ αὐτῷ σῳζομένου, τοῦ τε εὐαγγελίου καὶ τῶν ἐπιστολῶν τοῦ ἀποστόλου, δεῖξαι αὐτὸν σὺν θεῷ ἔχομεν ἀπατεῶνα καὶ πεπλανημένον καὶ ἀκρότατα διελέγξαι. ἐξ αὐτῶν γὰρ ἀναμφιβόλως τῶν παρ᾿ αὐτοῦ ὁμολογουμένων ἀνατραπήσεται. ἐκ γὰρ τῶν αὐτῶν ἔτι παρ᾿ αὐτῷ λειψάνων τοῦ τε εὐαγγελίου καὶ τῶν ἐπιστολῶν εὑρισκομένων δειχθήσεται ὁ Χριστὸς τοῖς συνετοῖς μὴ ἀλλότριος εἶναι παλαιᾶς διαθήκης καὶ οἱ προφῆται οὖν οὐκ ἀλλότριοι ὄντες τῆς τοῦ κυρίου ἐνδημίας καὶ ὅτι ἀνάστασιν σαρκὸς ὁ ἀπόστολος κηρύττει καὶ δικαίους τοὺς προφήτας ὀνομάζει καὶ ἐν σῳζομένοις ὑπάρχοντας τοὺς περὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντα ὅσα ἐστὶ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας σωτήριά τε καὶ ἅγια καὶ ἐκ θεοῦ ἐστηριγμένα ἔν τε τῇ πίστει καὶ ἐν τῇ γνώσει καὶ ἐν ἐλπίδι καὶ διδασκαλίᾳ.