Ancient Greek
Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν ݲ, τῆς δὲ ἐκολουθίας κݲςݲ., Chapter 9
Epiphanius, Panarion (Adversus haereses) 9.1-2
Not analysed yet
9. Καὶ ἵνα μὴ τὰς μαρτυρίας αὐτῶν ἐν μέσῳ φέρων βλαψω μᾶλλον ἤπερ ὠφελήσω, τούτου χάριν τὰ πολλὰ ὑπερβήσομαι, ἐπεὶ ἂν τὰ πάντα παρ’ αὐτοῖς λεγόμενα κακῶς ἐνταῦθα παρατιθέμενος διηγόρευον. τὸ γὰρ εἰπεῖν, φησί, τεθεικέναι τὴν Ῥαὰβ κόκκινον έν τῇ τῇ] θυρίδι οὐκ ἠν, φησί, κόκκινον, ἀλλὰ τὰ μόρια τῆς γυναικείας φύσεως καὶ τὸ κόκκινον αἱμα τῶν καταμηνίων λέγει, καὶ τὸ εἰπεῖν »πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων«, περὶ τοῦ αὐτοῦ λέγει.