Ancient Greek
9.1 to 9.2
Epiphanius, Panarion (Adversus haereses) 9.1-3-2
Not analysed yet
Ἔπειτα φαίνεται αὐτῷ ἐν ὕπνοις ὁ κύριος, φάσκων ὅτι »ἐγώ εἰμι Ἰησοῦς. ὃν οἱ σοὶ γονεῖς ἐσταύρωσαν, ἀλλὰ πίοτευε εἰς ἐμέ«. ὁ δὲ οὐδ᾿ οὕτως πεισθεὶς ὑπέπεσεν νόσῳ μεγάλῃ καὶ ἀπηγορεύθη. ὁ δὲ κύριος πάλιν ὀπτάνεται αὐτῷ, φήσας αὐτῷ πιστεύειν καὶ ἰαθήσεσθαι ὁ δὲ ἐπαγγειλάμενος ἀνέσφηλεν καὶ πάλιν ἐνέμενεν τῇ σκληραυχενίᾳ. εἰς δευτέραν δὲ πάλιν ὑποπίπτει νόσον καὶ ὡσαύτως ἀπηγορεύθη. ὑποληφθεὶς δὲ τελευτᾶν ὑπὸ τῶν συγγενῶν τούτων Ἰουδαίων τὸ παρ᾿ αὐτοῖς ἀεὶ μυστηριωδῶς γινόμενον παρὰ τούτων ἤκουσε.