Ancient Greek
Κατὰ Ἐβιωναίων ιݲ, τῆς δὲ ἀΚολουθίας λݲ., Chapter 9
Epiphanius, Panarion (Adversus haereses) 9.3-3
Not analysed yet
τῶν γὰρ νομομαθῶν ἀνήρ τις πρεσβύτης ἐλθὼν εἰς τὸ οὖς αὐτοῦ ἀπήγγειλε λέγων ὅτι »πίστευε <εἰς> Ἰησοῦν, τὸν ἐσταυρωμἐνον ἐπὶ Ποντίου Πιλάτου ἡγεμόνος, υἱὸν θεοῦ προόντα καὶ ἐκ Μαρίας ὕστερον γεγεννημένον, Χριστὸν δὲ ὄντα θεοῦ καὶ ἐκ νεκρῶν ἀναστάντα, καὶ ὅτι αὐτὸς ἔρχεται κρῖναι ςῶντας καὶ νεκρούς«. ταῦτα ὁ αὐτὸς Ἰώσηπος ἐν τῇ ὑφηγήσει σαφῶς μοι ἀνήγγειλεν, ὡς φιλαλήθως ἔστιν εἰπεῖν.