Ancient Greek
9.1 to 9.8
Epiphanius, Panarion (Adversus haereses) 9.1-6-8
Not analysed yet
9. Ὁ δὲ Ἰησοῦς ταύτην ἔχει, φησί, τὴν ἄρρητον γένεσιν. ἀπὸ γὰρ τῆς Μητρὸς τῶν ὅλων, τῆς πρώτης τετράδος, ἐν θυγατρὸς τόπῳ προῆλθεν ἡ δευτέρα τετρὰς καὶ ἐγένετο ὀγδοάς, ἐξ ἧς προῆλθεν δεκάς. οὕτως ἐγένετο δεκὰς καὶ ὀγδοάς. ἡ οὗν δεκὰς ἐπισυνελθοῦσα τῇ ὀγδοάδι καὶ δεκαπλασίονα αὐτὴν ποιήσασα τὸv τῶν ὀγδοήκοντα προεβίβασεν ἀριθμόν, καὶ τὰ ὀγδοήκοντα πάλιν δεκαπλασιάσασα τὸν τῶν ὀκτακοσίων ἀριθμὸν ἐγέννησεν, ὥστε τὸν ἅπαντα τῶν γραμμάτων ἀριθμὸν ἀπὸ ὀγδοάδος εἰς δεκάδα προελθόντα ݲ καὶ ݲ καὶ ݲ, ὅ ἐστιν Ἰησοῦς. τὸ γὰρ Ἰησοῦς ὄνομα κατὰ τὸν ἐν τοῖς γράμμασιν ἀριθμὸν ὀκτακόσιά ἐστιν ὀγδοήκοντα ὀκτώ. ἔχεις σαφῶς καὶ τὴν ὑπερουράνιον τοῦ· Ἰησοῦ κατ᾿ αὐτοὺς γένεσιν. διὰ καὶ τὸν ἀλφάβητον τῶν Ἑλλήνων ἔχειν μονάδας ὀκτὼν καὶ δεκάδας ὀκτὼ καὶ εκατοντάδας ὀκτώ, τὴν τῶν ὀκτακοσίων ὀγδοήκοντα ὀκτὼ ψῆφον ἐπιδεικνύοντα, τουτέστι τὸν Ἰησοῦν, ἐκ [τῶν] πάντων συνεστῶτα τῶν καὶ διὰ τοῦτο ἄλφα καὶ ω ὀνομίζεσθαι αὐτόν, τὴν ἐκ πάντων γένεσιν σημαίνοντα. καἰ πάλιν οὕτως· τῆς πρώτης τετράδος κατὰ πρόβασιν ἀριθμοῦ εἰς αὑτὴν συντιθεμένης ὁ τῶν δέκα ανεφάνη ἀριθμός. μία γὰρ καἰ δύο καὶ τρεῖς καὶ τέσσαρες ἐπὸ τὸ αὐτὸς συντεθεῖσαι δέκα γίνονται, ὅ ἐστιν #x772; ,καὶ τοῦτ᾿ εἶναι θέλουσι τὸν Ἰησοῦν. ἀλλὰ καὶ ὁ Χρειστός, φησί, γραμμάτων ὀκτὼ ὢν τὴν πρώτην ὀγδοάδα σημαίνει, ἥτις τῷ ι συμπλακεῖσα τὸν Ἰησοῦν ἀπεκύησε. λέγεται δέ, φησί, καὶ Υἱὸς Χρειστός, τουτέστιν Ἡ δωδεκάς· τὸ γὰρ Υἱὸς ὄνομα γραμμάτων ἐστὶ τεσάρων, τὸ δὲ Χρειστὸς ὀκτώ· ἅτινα συντεθέντα τὸ τῆς δωδεκάδος ἐπέδειξαν μέγεθος. πρὶν μὲν οὖν φησί, τούτου τοῦ ὀνόματος τὸ ἐπίσημον φανῆναι; ,τουτέστιν τὸν Ἰησοῦν τὸν Υἱόν, ἐν ἀγνοίᾳ πολλῇ ὑπῆρχον οἱ ἄνθρωποι καὶ πλάνῃ·