Ancient Greek
9.9 to 9.10
Epiphanius, Panarion (Adversus haereses) 9.9-2-10
Not analysed yet
ὅτε δὲ ἐφανερώθη τὸ ἑξαγράμματον ὄνομα, ὃ σάρκα περιεβάλετο, ἵνα εἰς τὴν αἴσθησιν τοῦ ἀνθρώπου κατέλθῃ, ἔχον ἐν ἑαυτῷ αὐτὰ τὰ ἓξ καὶ τὰ εἰκοσιτέσσαρα, τότε γνότες †αὐτὸν ἐπαύσαντο τῆς ἀγνοίας, ἐκ θανάτου δὲ εἰς ζωὴν ἀνῆλθον, τοῦ ὀνόματος αὐτοῖς ὁδοῦ γενηθέντος πρὸς τὸν Πατέρα τῆς ἀληθείας. τεθεληκέναι γὰρ τὸν Πατέρα τῶν ὅλων λῦσαι τὴν ἄγνοιαν καὶ καθελεῖν τὸν θάνατον. ἀγνοίας δὲ λύσις ἡ ἐπίγνωσις αὐτοῦ ἐγίνετο. καὶ διὰ τοῦτο ἐκλεχθῆναι τὸν κατὰ τὸ θέλημα αὐτοῦ κατ᾿ εἰκόνα τῆς ἄνω δυνάμεως οἰκονομηθέντα Ἄνθρωπον.