Ancient Greek
Κατὰ Σηθιανῶν ιθ, τῆς δὲ ἀκολουθίας λݲθݲ., Chapter 9
Epiphanius, Panarion (Adversus haereses) 9.1-7
Not analysed yet
9. Πόθεν τοίνυν οὗτοι ἐψευδηγόρησαν αὐτῶν τὰ ῥήματα, παρενθέντες τὴν ἑαυτῶν μυθοποιίαν, φανταζόμενοι καὶ ὀνειροπολοῦντες τὰ μὴ ὄντα ὡς ὄντα καὶ τὰ ὄντα τῆς ἑαυτῶν διανοίας διασκεδαννύντες; ἀλλὰ τὸ πᾶν τοῦ διαβόλου βούλημα ὃ ἐνεκίσσησε ταῖς τῶν ἀνθρώπων ψυχαῖς.