Ancient Greek
Ἐπικούρειοι, ἀπὸ Ἑλληνισμοῦ αἵρεσις ςݲ, τῆς δὲ ἀκολουθίας., Chapter 9
Epiphanius, Panarion (Adversus haereses) 9.2
Not analysed yet
τί δέ ἐστιν ἄλλο ἢ ὅτι <ὡς> ἀπὸ τῆς τῶν γλωττῶν πολυφόρου ἀλλοιοφωνίας φυλαὶ γεγόνασι, κατὰ δὲ ἑκάστην φυλήν τε καὶ πατριαρχίαν ἔθνη διάφορα προέστη, πᾶν δὲ ἔθνος ἑαυτῷ προεστήσατο βασιλέα εἰς κεφαλήν, συμβέβηκε δὲ ἀπὸ τούτου πολέμων εἶναι ἔνστασιν καὶ συμπληγάδας Μνῶν ἔθνεσι συρρηγνυένων, ἑκάστου βιαζομένου τὸ ἴδιον θέλημα προτιμᾶσθαι, εἰς ἑαυτὸν δὲ τὰ τῶν πέλας ἀποφέρεσθαι διὰ τὴν ἐν τῷ βίῳ ἐν ἡμῖν πᾶσιν ἀκόρεστον πλεονεξίαν, —