Ancient Greek
9.3 to 9.4
Epiphanius, Panarion (Adversus haereses) 9.3-4
Not analysed yet
οὕτω καὶ ἐν τούτῳ τῷ καιρῷ τῷ προδεδηλωμένῳ μεταπεσούσης τῆς μιᾶς τοῦ Ἰσραὴλ θρῃσκείας καὶ τῆς κατὰ τὸν νόμον γραφῆς εἰς ἕτερα γένη *,φημὶ δὲ εἰς Ἀσσυρίους ἐξ ὧν Σαμαρεῖται οἱ ἐγκάθετοι), συμβέβηκε καὶ τὴν γνώμην διχονοηθῆναι. καὶ λοιπὸν ὥρμησεν ἡ πλάνη καὶ ἡ διχόνοια ὑποσπείρειν ἀπὸ τῆς μιᾶς θεοσεβείας εἰς πολλὰς παραπεποιημένας γνώμας, καθὼς ἑκάστῳ ἔδοξε καὶ ᾠήθη τῷ γράμματι ἐνασκεῖσθαι καὶ φράζειν ἕκαστος κατὰ τὸ ἴδιον θέλημα.