Ancient Greek · ~1 min
Fragment 33
Epiphanius, Testamentum ad cives (fragmenta) 33
Not analysed yet
καὶ ἐν τούτῳ μνήμην ἔχετε, τέκνα ἀγαπητά, τοῦ μὴ ἀναφέρειν εἰκόνας ἐπ' ἐκκλησίας μήτε ἐν τοῖς κοιμητηρίοις τῶν ἁγίων· ἀλλ' ἀεὶ διὰ μνήμης ἔχετε τὸν θεὸν ἐν ταῖς καρδίαις ὑμῶν. ἀλλ' οὔτε κατ' οἶκον κοινόν· οὐκ ἔξεστι γὰρ Χριστιανῷ δι' ὀφθαλμῶν μετεωρίζεσθαι καὶ ῥεμβασμῶν τοῦ νοός, ἀλλ' ἐγγεγραμμένα καὶ ἐντετυπωμένα ἔστω πᾶσι τὰ πρὸς τὸν θεόν.