Ancient Greek
Fragment 6
Epiphanius, Tractatus contra eos qui imagines faciunt (fragmenta) 6
Not analysed yet
„οἴδαμεν γάρ“, φησὶν Ἰωάννης, „ὅτι ὅταν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα“, καὶ Παῦλος τοὺς ἁγίους „συμμόρφους τοῦ υἱοῦ τοῦ θεοῦ“ ἐκήρυξεν· πῶς οὖν τοὺς ἐν δόξῃ μέλλοντας φαιδρύνεσθαι ἁγίους ἐν ἀδόξῳ καὶ νεκρῷ καὶ ἀλάλῳ θέλεις ὁρᾶν, τοῦ κυρίου λέγοντος περὶ αὐτῶν· „ἔσονται γάρ, φησίν, ὡς ἄγγελοι θεοῦ“.