Ancient Greek · ~3 min
Fragment 16
Eratosthenes et Eratosthenica Philol., Fragmenta 16
Not analysed yet
Αὐτὴν μέν μιν ἔτετμε μεσήρεα παντὸς Ὀλύμπου κέντρου ἄπο σφαίρης, διὰ δ' ἄξονος ἠρήρειστο. Πέντε δέ οἱ ζῶναι περιειλάδες ἐσπείρηντο· αἱ δύο μὲν γλαυκοῖο κελαινότεραι κυάνοιο, ἡ δὲ μία ψαφαρή τε καὶ ἐκ πυρὸς οἷον ἐρυθρή. Ἡ μὲν ἔην μεσάτη, ἐκέκαυτο δὲ πᾶσα περι<πρὸ> τυπτομένη φλογμοῖσιν, ἐπεί ῥά ἑ Μαῖραν ὑπ' αὐτὴν κεκλιμένην ἀκτῖνες ἀειθερέες πυρόωσιν· αἱ δὲ δύω ἑκάτερθε πόλοις περιπεπτηυῖαι, αἰεὶ κρυμαλέαι, αἰεὶ δ' ὕδατι νοτέουσαι· οὐ μὲν ὕδωρ, ἀλλ' αὐτὸς ἀπ' οὐρανόθεν κρύσταλλος κεῖτ', αἶάν τ' ἀμπίσχε, περὶ ψῦχος δ' ἐτέτυκτο. Ἀλλὰ τὰ μὲν χερσαῖα . . . . . . . . ἀνέμβατοι ἀνθρώποισι· δοιαὶ δ' ἄλλαι ἔασιν ἐναντίαι ἀλλήλῃσι μεσσηγὺς θέρεός τε καὶ ὑετίου κρυστάλλου, ἄμφω ἐύκρητοί τε καὶ ὄμπνιον ἀλδῄσκουσαι καρπὸν Ἐλευσίνης Δημήτερος· ἐν δέ μιν ἄνδρες ἀντίποδες ναίουσι.