Ancient Greek · ~1 min
Fragment 36
Eratosthenes et Eratosthenica Philol., Fragmenta 36
Not analysed yet
Οἶνός τοι πυρὶ ἶσον ἔχει μένος, εὖτ' ἂν ἐς ἄνδρας ἔλθῃ· κυμαίνει δ', οἷα Λίβυσσαν ἅλα Βορρῆς ἠὲ Νότος, τὰ δὲ καὶ κεκρυμμένα φαίνει βυσσόθεν, ἐκ δ' ἀνδρῶν πάντ' ἐτίναξε νόον.