Ancient Greek
118
Eubulus Comic., Fragmenta 118
Unproofread scanNot analysed yet
ἐξεῦρεν ἡμῖν. τὰ κυλικεῖα δὲ σκευοθήκη. Εὐβουλος . . . κἂν Ψαλτρῖᾳ δὲ ἔφη κτλ. 1. δ’ A. εἰσὶν ἡμῖν τῶν κεκλημένων δύο ἐπὶ δεῖπνον ἄμαχοι, Φιλοκράτης καὶ Φιλοκράτης. ἕνα γὰρ ἐκεῖνον ὄντα δύο λογίζομαι μεγάλους . . . . . μᾶλλον δὲ τρεῖς. ὧν φασὶ ποτε κληθέντ’ ἐπὶ δεῖπνον πρὸς φίλον τινὸς εἰπόντος αὐτῷ τοῦ φίλου, ὅπηνίξ’ ἂν εἴκοσι ποδῶν μετροῦντι τὸ στοιχεῖον ἢ, ἦκειν, ἔωθεν αὐτὸν εὐθὺς ἡλίου μετρεῖν ἀνέχοντος, μακροτέρας δ’ οὖσης ἐτι πλεῖν ἢ δυοῖν ποδοῖν παρεῖναι τῆς σκιάς, ἔπειτα φάναι, μικρὸν ὀψιαίτερον δι’ ἀσχολίαν ἦκειν, παρόνθ’ ἂμ’ ἡμέρα. Athenaeus 1, 8 b Εὐβουλος ὁ κωμικὸς φησὶ πον κτλ. 2. καὶ