Ancient Greek
13
Eubulus Comic., Fragmenta 13
Unproofread scanNot analysed yet
περὶ πρώτους ὑπνους μὴ παρατίθει μοι θριδακίνας, ὦ γύναι, ἐπὶ τὴν τράπεζαν, ἥ σεαυτὴν αἰτιῶ. ἐν τῷ λαχάνῳ τούτῳ γάρ, ὡς ὁ λόγος, ποτὲ τὸν Ἀδωνιν ἀποθανόντα προὔθηκεν Κύπρις· ὥστ’ ἐστὶ νεκρῶν βρώμα. Athenaeus 2, 69 c Καλλίμαχος δὲ φησὶν ὅτι ἡ Ἀφροδίτη τὸν Ἀδωνιν ἐν θριδακίνῃ κρύψαιεν, ἀλληγορούντων τῶν ποιητῶν ὅτι ἀσθενεῖς εἰσὶ πρὸς ἀφροδίσια οἱ συνεχῶς χρώμενοι θριδάξι. καὶ Εὐβουλος δ’ ἐν Ἀστυτοῖς φησὶ κτλ. 1. μὴ νυν vel μὴ π. μοι τὰς Porson. μὴ μὴ Mein. et quidni μὴ παρατίθει σύ μοι; 3. ὁ λό- γος] λόγος B.