Ancient Greek
66
Eubulus Comic., Fragmenta 66
Unproofread scanNot analysed yet
σὺ μὲν τὸ Θήβης, ὡς λέγεις, πέδον λιπών, ὀλης τραχύλους καὶ κοφρώνος πλησίον —ὅστις λέχῃ γὰρ σκότια νυμφεύει λάθρα, πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος; ἔξον θεωρήσαντι πρὸς τὸν ἥλιον γυμνὰς ἐφεξῆς ἐπὶ κέρας τεταγμένας, ἐν λεπτοπήνοις ὕφεσιν ἐστώσας, οἷας Ἡριδανὸς ἄγνοισ ὕδασι κηπεύει κόρας, μικροῦ πριάσθαι κέρματος τὴν ἡδονήν, καὶ μὴ λαθραίαν κῦπριν, αἰσχίστην νόσον πασῶν, διώκειν, ὕβρεος οὐ πόθου χάριν. Ἑλλάδος ἐγώγε τῆς ταλαιπώρου στένω, ἥ Κυδίαν ναύαρχον ἐξεπέμψατο. γυμνὰς, ἐφεξῆς ἐπὶ κέρας τεταγμένας, ἐν λεπτοπήνοις ὑφεσιν ἐστώσας, οἷας μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν.