Ancient Greek
71 to 73
Eubulus Comic., Fragmenta 71-73
Unproofread scanNot analysed yet
ὁ δ’ ἱερεύς εὐήγορῶν ἐν μέσοις αὐτοῖσιν ἔστως τὴν καλὴν σκευὴν ἔχων οἶνον ἐξέσπενδε κοτύλῳ. Athenaeus 11, 478 c Εὐβουλος ἐν Ὀδυσσεῖ ἢ Πανόπταις κτλ. 1. εὐήγορῶν Mein.] εὐήγορος. 2. αὐτοῖσιν] ἀστοῖσιν Mein. τὴν καλὴν] παγκάλην K. ὁ πρῶτος εὐρὼν τἀλλότρια δειπνεῖν ἄνηρ δημοτικός ἦν τις, ὡς ἔοιχε, τοὺς τρόπους. ὅστις δ’ ἐπὶ δεῖπνον ἢ φίλον τιν’ ἢ ξένον καλέσας ἔπειτα συμβολὰς ἐπράξατο, φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών. Athenaeus 6, 239 a Εὐβουλος ἐν Οἰδίποδι κτλ. 1. cf. Theo- περιφοραὶ κυκλούμενος, ὥσπερ κυλιστὸς στέφανος ἐν τῷ γὰρ αὐτῷ πάνθ’ ὁμοῦ πωλήσεται ἐν ταῖς ’Αθήναις· σῦκα —B. κλητήρες A. βότρυνς, γογγυλίδες, ἄπιοι, μήλα —B. μάρτυρες A. ῥόδα, μέσπιλα, χόρια, σχαδόνες, ἐρέβινθοι —B. δίκαι A. πνός, πυριάτη, μύρτα —B. κληρωτήρια A. ὑάκινθος, ἄγνες —B. κλεψύδραι, νόμοι, γραφαί.