Ancient Greek
94
Eubulus Comic., Fragmenta 94
Unproofread scanNot analysed yet
τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω τοῖς ἐν φρονούσι· τὸν μὲν ὑγιείας ἕνα, ὃν πρῶτον ἐκπίνουσι, τὸν δὲ δεύτερον ἐρωτος ἡδονῆς τε, τὸν τρίτον δ' ὕπνον, 5 ὃν ἐκπίοντες οἱ σοφοὶ κεχλημένοι οἴκαδε βαδίζουσ'. ὁ δὲ τέταρτος οὐχ ἔτι ἡμέτερός ἐστι, ἀλλ' ὕβρεος· ὁ δὲ πέμπτος βοῆς· ἔκτος δὲ κώμων· ἕβδομος δ' ὑπωπίων· ὁ δ' ὀγδοος κλητῆρος· ὁ δ' ἕνατος χολῆς· 10 δέκατος δὲ μανίας, ὥστε καὶ βάλλειν ποιεῖ· πολὺς γὰρ εἰς ἕν μικρὸν ἄγγειλον χυθεὶς ὑποσκελίζει ἅστα τοὺς πεπωκότας. Athenaeus 2, 36 b Εὐβουλος δὲ ποιεῖ τὸν Διόνυσον λέγοντα κτλ. Suidas οἶνος. Cramer. Anecd. Ox. III 254, 6 (sine auctoris fabulaeve indicio) το μὲν πρῶτον ὑγείας· τὸ δεύτερον ἡδονῆς· τὸ τρίτον ὕβρεως· τὸ δὲ τελευταῖον μανίας. ad Semelen vel Dionysum rettulit Grotius Excerpt. 649. 1. γὰρ] γίνεται C. 2. ὑγείας Dindf.] ὑγείας. ἕνα] ἕνεκα Suid. 5. ἐκπίοντες C] εἰσπίνοντες. ἐκπίνοντες Suid. 6. ἔτι Suid.] ἔθ'. 7. ἡμέτερος] ὑμέτερος A Suidae. ἔστι'] ἔστιν Suid. ὕβρεος Dindf.] ὕβρεως. cf. Theopomp. 32, 3. 9. ὁ δ' ὀγδ. Casaub.] ὀγδ. κλητῆρος Flo- rens Christianus Arist. Vesp. 1384] κλήτορος. 10. ὥστε καὶ βάλλειν] ὥστ' ἐκβάλλειν Suid. ὥστε καὶ σφάλλειν πόδας Jacobs. Add. Ath. 35. ὥστε κακβάλλειν Mein. Anal. Ath. 18. 11. μικρὸν et 12. ἅστα om. Suid.