Ancient Greek · ~3 min
ια΄.
Euclid, Optica ια΄.
Not analysed yet
Τῶν ἄνω τοῦ ὄμματος κειμένων ἐπιπέδων τὰ πόρρω ταπεινότερα φαίνεται. ἔστω ὄμμα τὸ Α ταπεινότερον κείμενον τοῦ ΒΓ ἐπιπέδου, καὶ προσπιπτέτωσαν ἀκτῖνες αἱ ΒΑ, Α∠, ΑΕ, ΑΓ, ὧν ἡ ΑΒ κάθετος ἔστω ἐπὶ τὸ ὑποκείμενον ἐπίπεδον. λέγω, ὅτι τὸ ΓΕ τοῦ Ε∠ ταπεινότερον φαίνεται. διὰ δὴ τὸ προεκτεθὲν θεώρημα ταπεινοτέρα ἡ μὲν ΑΓ ἀκτὶς τῆς ΑΕ, ἡ δὲ ΑΕ, τῆς Α∠, ἡ δὲ Α∠ τῆς ΑΒ. ἀλλὰ διὰ μὲν τῶν ΓΑ, ΑΕ τὸ ΓΕ βλέπεται, διὰ δὲ τῶν ΕΑ, Α∠ τὸ Ε∠, διὰ δὲ τῶν ∠Α, ΑΒ τὸ ∠B φαίνεται. τὸ ΓΕ ἄρα τοῦ Ε∠ ταπεινότερον φαίνεται, τὸ δὲ Ε∠ τοῦ ∠Β.