Ancient Greek
ιδ΄.
Euclid, Optica ιδ΄.
Not analysed yet
Τῶν ἴσων μεγεθῶν καὶ ἀνωτέρω τοῦ ὄμματος κειμένων τὰ πόρρω ταπεινότερα φαίνεται. ἔστω ἴσα μεγέθη τὰ ΑΒ, Γ∠, ΕΖ μετεωρότερα κείμενα τοῦ ὄμματος τοῦ Η. λέγω, ὅτι τὸ ΑΒ τοῦ Γ∠ ταπεινότερον φαίνεται, τὸ δὲ Γ∠ τοῦ ΕΖ. προσπιπτέτωσαν ἀκτῖνες αἱ ΗΒ, Η∠, ΗΖ. ἐπεὶ οὖν ἡ ΗΒ ἀκτὶς τῆς Η∠ ἐστι ταπεινοτέρα, ἡ δὲ Η∠ τῆς ΗΖ, ἀλλʼ ἐν ᾧ εἰσιν αἱ ΗΒ, Η∠ ΗΖ, ἐν τούτῳ ἐστὶ καὶ τὰ Β, ∠,Ζ σημεῖα, ἐν ᾧ δὲ τὰ Β, ∠,Ζ, ἐν τούτῳ καὶ τὰ ΑΒ, Γ∠, ΕΖ μεγέθη, τὸ μὲν ΑΒ ἄρα τοῦ Γ∠ ταπεινότερον φαίνεται, τὸ δὲ Γ∠ τοῦ ΕΖ .