Ancient Greek · ~3 min
ιη΄.
Euclid, Optica ιη΄.
Not analysed yet
Τὸ δοθὲν ὕψος γνῶναι, πηλίκον ἐστίν, ἡλίου φαίνοντος. ἔστω τὸ δοθὲν ὕψος τὸ ΑΒ, καὶ δέον αὐτὸ γνῶναι, πηλίκον ἐστίν. ἔστω μὲν ὄμμα τὸ Δ, ἡλίου δὲ ἀκτὶς ἡ ΓΑ συμβάλλουσα τῷ πέρατι τοῦ ΑΒ μεγέθους καὶ διήχθω μέχρι τοῦ ∠ὄμματος. ἔστω δὲ σκιὰ ἡ ∠Β τοῦ ΑΒ. καὶ κείσθω ἕτερόν τι μέγεθος τὸ ΕΖ συμβάλλον τῇ ἀκτῖνι μὴ πάντως καταυγαζόμενον ὑπʼ αὐτῆς κατὰ τὸ Ζ πέρας. ἥρμοσται οὖν εἰς τὸ ΑΒ∠ τρίγωνον ἕτερόν τι τρίγωνον τὸ ΕΖ∠. ἔστιν ἄρα, ὡς ἡ ∠Ε πρὸς τὴν ΖΕ, οὕτως ἡ ∠Β πρὸς τὴν ΒΑ. ἀλλ᾿ ὁ τῆς ∠Ε πρὸς τὴν ΕΖ λόγος ἐστὶ γνώριμος· καὶ ὁ τῆς ∠Β ἄρα πρὸς τὴν ΒΑ λόγος ἐστὶ γνώριμος. γνώριμον δὲ τὸ ∠Β. γνώριμον ἄρα καὶ τὸ ΑΒ.