Ancient Greek · ~3 min
ιϚ΄.
Euclid, Optica ιϚ΄.
Not analysed yet
Ὅσα ἀλλήλων ὑπερέχει ἐπάνω τοῦ ὄμματος ἄνισα μεγέθη, προσιόντος μὲν τοῦ ὄμματος ἐλάσσονι μεῖζον φαίνεται τὸ ὑπερφαινόμενον, ἀπιόντος δὲ μείζονι. ἔστω ἄνισα μεγέθη τὰ ΑΒ, Γ∠, ὧν μεῖζον τὸ ΑΒ. ἔστω ὄμμα τὸ Ε, ἀφʼ οὗ προσπιπτέτω ἀκτὶς διὰ τοῦ ἡ ΕΖ. ἐπεὶ οὖν ὑπὸ τῆς ΕΖ ἀκτῖνος ἀπολαμβάνεται τὰ ΖΒ, Γ∠ μεγέθη, τὰ ΒΖ, Γ∠ ἄρα ἴσα ἀλλήλοις φαίνεται. τὸ ΑΒ ἄρα τοῦ Γ∠ μεῖζον φαίνεται τῷ ΑΖ μεγέθει. προσήχθω δὴ τὸ ὄμμα ἐγγυτέρω καὶ ἔστω τὸ Η, ἀφʼ οὗ προσπιπτέτω ἀκτὶς διὰ τοῦ Γ ἡ ΗΘ. ἐπεὶ οὗν ὑπὸ τῆς ΒΘ ἀκτῖνος ἀπολαμβάνεται τὰ Β Θ, Γ∠, ὑπὸ δὲ τῆς ΕΖ τὰ ΖΒ, Γ∠, ἔστι δὲ τὸ ΖΑ τοῦ ΑΘ μεῖζον, προσιόντος μὲν ἄρα τοῦ ὄμματος ἐλάσσονι μεῖζον τὸ ὑπερφαινόμενον φαίνεται, ἀπιόντος δὲ μείζονι .