Ancient Greek
μγ΄.
Euclid, Optica μγ΄.
Not analysed yet
Τὸ δ᾿ αὐτὸ συμβήσεται, κἂν παράλληλος ᾖ ἡ εὐθεῖα γραμμὴ τῷ ὁρωμένῳ μεγέθει. ἔστω ὁρώμενον μέγεθος τὸ ΑΒ καὶ τετμήσθω δίχα κατὰ τὸ Ε σημεῖον, καὶ ἀνήχθω ἀπὸ τοῦ Ε τῇ ΑΒ πρὸς ὀρθὰς ἡ ΕΖ, ἐφ᾿ ἧς ὄμμα κείσθω τὸ Ζ, καὶ ἐπεζεύχθωσαν εὐθεῖαι αἱ ΖΑ, ΖΒ, καὶ περιγεγράφθω περὶ τὸ ΑΖΒ τρίγωνον τμῆμα τὸ ΑΖΒ, καὶ ἤχθω διὰ τοῦ Ζ τῇ ΑΒ παράλληλος ἡ Ζ∠, καὶ μετακείσθω τὸ ὄμμα ἐπὶ τὸ ∠,καὶ προσπιπτέτωσαν ἀκτῖνες αἱ Α∠, ∠Β. λέγω, ὅτι ἀπὸ τῶν ∠,Ζ ἄνισα φανήσεται. ἐπεζεύχθω ἡ ΑΗ. ἐπεὶ οὖν ἴση γωνία ἡ ὑπὸ ΑΖΒ τῇ ὑπὸ ΑΗΒ, ἀλλ᾿ ἡ ὑπὸ ΑΗΒ τῆς ὑπὸ Α∠Β μείζων ἐστίν, καὶ ἡ ὑπὸ ΑΖΒ ἄρα τῆς ὑπὸ Α∠Β μείζων ἐστίν. καὶ ὑπὸ μὲν τῆς ὑπὸ ΑΖΒ τὸ ΑΒ βλέπεται τοῦ ὄμματος ἐπὶ τοῦ Ζ ὄντος, ὁμοίως δὲ καὶ ὑπὸ τῆς ὑπὸ Α∠Β ἐπὶ τοῦ ∠ὄντος. ἄνισον ἄρα τὸ ὁρώμενον φαίνεται ἀπὸ τῶν ∠,Ζ. καὶ ἐὰν τεθῇ ἴση τῇ ∠Ζ ἡ ΖΓ, ἔλαττον μὲν καὶ ἀπὸ τοῦ Γ φαίνεται ἤπερ ἀπὸ τοῦ Ζ, ἀπὸ δὲ τῶν Γ, ∠ἴσον.