Ancient Greek · ~3 min
να΄.
Euclid, Optica να΄.
Not analysed yet
Ἐάν τινων φερομένων πλειόνων ἀνίσῳ τάχει συμ παραφέρηται ἐπὶ τὰ αὐτὰ καὶ τὸ ὄμμα, τὰ μὲν τῳ ὄμματι ἰσοταχῶς φερόμενα δόξει ἑστάναι, τὰ δὲ βρα δύτερον εἰς τοὐναντίον φέρεσθαι, τὰ δὲ θᾶττον εἰ τὰ προηγούμενα. φερέσθω γὰρ ἀνίσῳ τάχει τὰ Β, Γ, ∠,καὶ βραδύτατα μὲν φερέσθω τὸ Β, τὸ δὲ Γ ἰσοταχῶς τῷ Κ ὄμματι, τὸ δὲ ∠θᾶττον τοῦ Γ. ἀπὸ δὲ τοῦ Κ ὄμματος προσπιπτέτωσαν ἀκτῖνες αἱ ΚΒ, ΚΓ, Κ∠. οὐκοῦν τῷ ὄμματι παραφερόμενον τὸ Γ ἑστάναι δόξει, τὸ δὲ Β ὑπολειπόμενον εἰς τοὐναντίον φέρεσθαι, τὸ δὲ ∠,ὃ θᾶττον ὑπό κειται τούτων, φέρεσθαι δόξει εἰς τοὔμπροσθεν· πλεῖο γὰρ ἀπὸ τούτων ἀποστήσεται.