Ancient Greek
νς΄.
Euclid, Optica νς΄.
Not analysed yet
Τὰ αὐξανόμενα τῶν μεγεθῶν δόξει προσάγεσθαι τῷ ὄμματι. ἔστω ὁρώμενον μέγεθος τὸ ΑΒ, ὄμμα δὲ ἔστω τὸ Γ, ἀφʼ οὗ προσπιπτέτωσαν ἀκτῖνες αἱ ΓΑ, ΓΒ. καὶ ηὐξήσθω τὸ ΒΑ καὶ ἔστω τὸ Β∠, καὶ προσπιπτέτω ἀκτὶς ἡ Γ∠. ἐπεὶ οὖν μείζων γωνία ἡ ὑπὸ ΒΓ∠ τῆς ὑπὸ ΒΓΑ, μεῖζον ἄρα φαίνεται τὸ Β∠ τοῦ ΒΑ. τὰ δὲ μείζονα ἑαυτῶν οἰόμενα ἐπαυξάνεσθαι δοκοῦσι, καὶ τὰ ἔγγιον τοῦ ὄμματος ἐλάττονα φαίνεται. τὰ ἄρα αὐξόμενα τῶν μεγεθῶν δόξει προσάγεσθαι τῷ ὄμματι.