Ancient Greek
ια΄.
Euclid, Opticorum recensio Theonis ια΄.
Not analysed yet
Τῶν ἄνω τοῦ ὄμματος ἐπιπέδων κειμένων τὰ πόρρω ταπεινότερα φανεῖται. ἔστω γὰρ ὄμμα τὸ Β κάτω τοῦ ∠Ζ ἐπιπέδου κείμενον, ἀφʼ οὗ προσπιπτέτωσαν ἀκτῖνες αἱ Β∠, ΒΓ, ΒΖ, ὧν ἡ ΒΖ κάθετος ἔστω ἐπὶ τὸ ὑποκείμενον ἐπίπεδον. λέγω, ὅτι τὸ Γ`∠ τοῦ ΓΖ ταπεινότερον φαίνεται. διὰ δὴ τὸ προεκτεθὲν θεώρημα ταπεινοτάτη τῶν ἀπὸ τοῦ Β ὄμματος πρὸς τὸ ∠ἐπίπεδον προσπιπτουσῶν ἀκτίνων ἐστὶν ἡ Β∠, ἡ δὲ Β τῆς ΒΖ ταπεινοτέρα. ἀλλὰ διὰ μὲν τῶν Β∠, ΒΓ ἀκτίνων τὸ ∠Γ φαίνεται, διὰ δὲ τῶν ΒΓ, ΒΖ τὸ ΓΖ. τὸ ∠Γ ἄρα ταπεινότερον τοῦ Γ Ζ ὁρᾶται.